Ancient Greek · ~3 min
Section 8
Lucian, Περὶ τοῦ Οἴκου 8
Not analysed yet
καὶ τοίνυν ἡ τοῦδε τοῦ οἴκου ὀροφή, μᾶλλον δὲ κεφαλή, εὐπρόσωπος μὲν καὶ καθʼ ἑαυτήν, τῷ χρυσῷ δʼ ἐς τοσοῦτον κεκόσμηται, ἐς ὅσον καὶ οὐρανὸς ἐν νυκτὶ ὑπὸ τῶν ἀστέρων ἐκ διαστήματος περιλαμπόμενος καὶ ἐκ διαλείμματος ἀνθῶν τῷ πυρί. εἰ δέ γε πῦρ ἦν τὸ πᾶν, οὐ καλὸς ἄν, ἀλλὰ φοβερὸς ἡμῖν ἔδοξεν. ἴδοι δʼ ἄν τις οὐδʼ ἀργὸν ἐνταῦθα τὸν χρυσὸν οὐδὲ μόνου τοῦ τέρποντος εἵνεκα τῷ λοιπῷ κόσμῳ συνεσπαρμένον, ἀλλὰ καὶ αὐγήν τινα ἡδεῖαν ἀπολάμπει καὶ τὸν οἶκον ὅλον ἐπιχρώννυσι τῷ ἐρυθήματι· ὁπόταν γὰρ τὸ φῶς προσπεσὸν ἐφάψηται καὶ ἀναμιχθῇ τῷ χρυσῷ, κοινόν τι ἀπαστράπτουσι καὶ διπλασίαν τοῦ ἐρυθήματος ἐκφαίνουσι τὴν αἰθρίαν.