Ancient Greek · ~2 min
Section 18
Lucian, Περὶ Πένθους 18
Not analysed yet
ἂν ταῦτα λέγῃς, ὦ πάτερ, οὐκ οἴει πολὺ ἀληθέστερα καὶ γενναιότερα ἐκείνων ἐρεῖν; ἀλλʼ ἆρα μὴ τόδε σε ἀνιᾷ, καὶ διανοῇ τὸν παρʼ ἡμῖν ζόφον καὶ τὸ πολὺ σκότος, κᾆτα δέδιας μή σοι ἀποπνιγῶ κατακλεισθεὶς ἐν τῷ μνήματι; χρὴ δὲ πρὸς ταῦτα λογίζεσθαι ὅτι τῶν ὀφθαλμῶν διασαπέντων ἢ καὶ νὴ Δία καέντων μετʼ ὀλίγον, εἴ γε καῦσαί με διεγνώκατε, οὔτε σκότος οὔτε φῶς ὁρᾶν δεησόμεθα.