Ancient Greek
Section 20
Lucian, Περὶ Πένθους 20
Not analysed yet
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε. πρὸς Διός, ἐὰν λέγῃ ταῦτα ὁ νεκρὸς ἐπιστραφείς, ἀνακλίνας αὑτὸν ἐπʼ ἀγκῶνος, οὐκ ἂν οἰόμεθα δικαιότατα ἂν αὐτὸν εἰπεῖν; ἀλλʼ ὅμως οἱ μάταιοι καὶ βοῶσι καὶ μεταστειλάμενοί τινα θρήνων σοφιστὴν πολλὰς συνειλοχότα παλαιὰς συμφορὰς τούτῳ συναγωνιστῇ καὶ χορηγῷ τῆς ἀνοίας καταχρῶνται, ὅπη ἂν ἐκεῖνος ἐξάρχῃ πρὸς τὸ μέλος ἐπαιάζοντες.