Ancient Greek · ~3 min
Section 18
Lucian, Περὶ τῶν ἐν Μισθῷ συνόντων 18
Not analysed yet
τὸ δʼ οὖν συμπόσιον ὅλον ἐκεῖνο σόν ἐστιν καὶ περὶ σοῦ οἱ πλεῖστοι τῶν λόγων. σὺ δʼ ὑπʼ ἀηθείας πλέον τοῦ ἱκανοῦ ἐμπιὼν οἴνου λεπτοῦ καὶ δριμέος, πάλαι τῆς γαστρὸς ἐπειγούσης, πονηρῶς ἔχεις, καὶ οὔτε προεξαναστῆναί σοι καλὸν οὔτε μένειν ἀσφαλές. ἀποτεινομένου τοίνυν τοῦ πότου καὶ λόγων ἐπὶ λόγοις γιγνομένων καὶ θεαμάτων ἐπὶ θεάμασι παριόντων —ἅπαντα γὰρ ἐπιδείξασθαί σοι τὰ αὑτοῦ βούλεται —κόλασιν οὐ μικρὰν ὑπομένεις μήτε ὁρῶν τὰ γιγνόμενα μήτε ἀκούων εἴ τις ᾄδει ἢ κιθαρίζει πάνυ τιμώμενος μειρακίσκος, ἀλλʼ ἐπαινεῖς μὲν ὑπʼ ἀνάγκης, εὔχῃ δὲ ἢ σεισμῷ συμπεσεῖν ἐκεῖνα πάντα ἢ πυρκαϊάν τινα προσαγγελθῆναι, ἵνα ποτὲ καὶ διαλυθῇ τὸ συμπόσιον.