Ancient Greek · ~3 min
Section 21
Lucian, Περὶ τῶν ἐν Μισθῷ συνόντων 21
Not analysed yet
ἀγαπᾶν δʼ ὅμως ἀναγκαῖον· οὐ γὰρ οὐδʼ ἂν φυγεῖν ἔτι σοι δυνατὸν ἐντὸς ἀρκύων γενομένῳ. δέχῃ τοίνυν τὸν χαλινὸν μύσας καὶ τὰ πρῶτα εὐάγωγος εἶ πρὸς αὐτὸν οὐ πάνυ περισπῶντα οὐδὲ ὀξέως νύττοντα, μέχρι ἂν λάθῃς τέλεον αὐτῷ συνήθης γενόμενος. οἱ μὲν δὴ ἔξω ἄνθρωποι τὸ μετὰ τοῦτο ζηλοῦσί σε ὁρῶντες ἐντὸς τῆς κιγκλίδος διατρίβοντα καὶ ἀκωλύτως εἰσιόντα καὶ τῶν πάνυ τινὰ ἔνδον γεγενημένον· σὺ δὲ αὐτὸς οὐδέπω ὁρᾷς οὗτινος ἕνεκα εὐδαίμων αὐτοῖς εἶναι δοκεῖς. πλὴν ἀλλὰ χαίρεις γε καὶ σεαυτὸν ἐξαπατᾷς καὶ ἀεὶ τὰ μέλλοντα βελτίω γενήσεσθαι νομίζεις. τὸ δʼ ἔμπαλιν ἢ σὺ ἤλπισας γίγνεται καὶ ὡς ἡ παροιμία φησίν, ἐπὶ Μανδροβούλου χωρεῖ τὸ πρᾶγμα, καθʼ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἀποσμικρυνόμενον καὶ εἰς τοὐπίσω ἀναποδίζον.