Ancient Greek · ~1 min
Section 32
Lucian, Περὶ τῶν ἐν Μισθῷ συνόντων 32
Not analysed yet
καὶ τὰ μὲν ἐν τῇ πόλει ταῦτα. ἢν δέ που καὶ ἀποδημῆσαι δέῃ, τὰ μὲν ἄλλα ἐῶ· ὕοντος δὲ πολλάκις ὕστατος ἐλθὼν —τοιοῦτο γάρ σοι ἀποκεκλήρωται καὶ τὸ ζεῦγος —περιμένεις ἔστʼ ἂν οὐκέτʼ οὔσης καταγωγῆς τῷ μαγείρῳ σε ἢ τῷ τῆς δεσποίνης κομμωτῇ συμπαραβύσωσιν, οὐδὲ τῶν φρυγάνων δαψιλῶς ὑποβαλόντες.