Ancient Greek · ~2 min
Section 38
Lucian, Περὶ τῶν ἐν Μισθῷ συνόντων 38
Not analysed yet
ὁ μὲν γὰρ μισθὸς αὐτὸς κατὰ δῠ ὀβολοὺς ἢ τέτταρας, καὶ βαρὺς αἰτῶν σὺ καὶ ὀχληρὸς δοκεῖς. ἵνα δʼ οὖν λάβῃς, κολακευτέος μὲν αὐτὸς καὶ ἱκετευτέος, θεραπευτέος δὲ καὶ ὁ οἰκονόμος, οὗτος μὲν κατʼ ἄλλον θεραπείας τρόπον· οὐκ ἀμελητέος δὲ οὐδὲ ὁ σύμβουλος καὶ φίλος. καὶ τὸ ληφθὲν ἤδη προωφείλετο ἱματιοκαπήλῳ ἢ ἰατρῷ ἢ σκυτοτόμῳ τινί. ἄδωρα οὖν σοι τὰ δῶρα καὶ ἀνόνητα.