Ancient Greek · ~4 min
Section 36
Lucian, Περὶ τῆς Περεγρίνου Τελευτῆς 36
Not analysed yet
καὶ ἐπειδὴ ἡ σελήνη ἀνέτελλεν —ἔδει γὰρ κἀκείνην θεάσασθαι τὸ κάλλιστον τοῦτο ἔργον —πρόεισιν ἐκεῖνος ἐσκευασμένος ἐς τὸν ἀεὶ τρόπον καὶ ξὺν αὐτῷ τὰ τέλη τῶν κυνῶν, καὶ μάλιστα ὁ γεννάδας ὁ ἐκ Πατρῶν, δᾷδα ἔχων, οὐ φαῦλος δευτεραγωνιστής· ἐδᾳδοφόρει δὲ καὶ ὁ Πρωτεύς. καὶ προσελθόντες ἄλλος ἀλλαχόθεν ἀνῆψαν τὸ πῦρ μέγιστον ἅτε ἀπὸ δᾴδων καὶ φρυγάνων. ὁ δέ —καί μοι πάνυ ἤδη πρόσεχε τὸν νοῦν —ἀποθέμενος τὴν πήραν καὶ τὸ τριβώνιον καὶ τὸ Ἡράκλειον ἐκεῖνο ῥόπαλον, ἔστη ἐν ὀθόνῃ ῥυπώσῃ ἀκριβῶς. εἶτα ᾔτει λιβανωτόν, ὡς ἐπιβάλοι ἐπὶ τὸ πῦρ, καὶ ἀναδόντος τινὸς ἐπέβαλέν τε καὶ εἶπεν ἐς τὴν μεσημβρίαν ἀποβλέπων —καὶ γὰρ καὶ τοῦτʼ αὐτὸ πρὸς τὴν τραγῳδίαν ἦν, ἡ μεσημβρία —δαίμονες μητρῷοι καὶ πατρῷοι, δέξασθέ με εὐμενεῖς. ταῦτα εἰπὼν ἐπήδησεν ἐς τὸ πῦρ, οὐ μὴν ἑωρᾶτό γε, ἀλλὰ περιεσχέθη ὑπὸ τῆς φλογὸς πολλῆς ἠρμένης.