Ancient Greek
Section 38
Lucian, Περὶ τῆς Περεγρίνου Τελευτῆς 38
Not analysed yet
ἐγὼ δὲ ἐπανιὼν ποικίλα, ὦ ἑταῖρε, πρὸς ἐμαυτὸν ἐνενόουν, τὸ φιλόδοξον οἷόν τί ἐστιν ἀναλογιζόμενος, ὡς μόνος οὗτος ὁ ἔρως ἄφυκτος καὶ τοῖς πάνυ θαυμαστοῖς εἶναι δοκοῦσιν, οὐχ ὅπως ἐκείνῳ τἀνδρὶ καὶ τἄλλα ἐμπλήκτως καὶ ἀπονενοημένως βεβιωκότι καὶ οὐκ ἀναξίως τοῦ πυρός.