Ancient Greek · ~3 min
Section 5
Lucian, Περὶ τῆς Περεγρίνου Τελευτῆς 5
Not analysed yet
ὡς δὲ ταῦτα εἶπεν ὁ Θεαγένης —τοῦτο γὰρ ὁ κεκραγὼς ἐκεῖνος ἐκαλεῖτο —ἠρόμην τινὰ τῶν παρεστώτων, τί βούλεται τὸ περὶ τοῦ πυρός, ἢ τί Ἡρακλῆς καὶ Ἐμπεδοκλῆς πρὸς τὸν Πρωτέα. ὁ δέ, οὐκ εἰς μακράν, ἔφη, καύσει ἑαυτὸν ὁ Πρωτεὺς Ὀλυμπίασιν. πῶς, ἔφην, ἢ τίνος ἕνεκα; εἶτα ὁ μὲν ἐπειρᾶτο λέγειν, ἐβόα δὲ ὁ Κυνικός, ὥστε ἀμήχανον ἦν ἄλλου ἀκούειν. ἐπήκουον οὖν τὰ λοιπὰ ἐπαντλοῦντος αὐτοῦ καὶ θαυμαστάς τινας ὑπερβολὰς διεξιόντος κατὰ τοῦ Πρωτέως· τὸν μὲν γὰρ Σινωπέα ἢ τὸν διδάσκαλον αὐτοῦ Ἀντισθένη οὐδὲ παραβάλλειν ἠξίου αὐτῷ, ἀλλʼ οὐδὲ τὸν Σωκράτη αὐτόν, ἐκάλει δὲ τὸν Δία ἐπὶ τὴν ἅμιλλαν. εἶτα μέντοι ἔδοξεν αὐτῷ ἴσους πως φυλάξαι αὐτούς, καὶ οὕτω κατέπαυε τὸν λόγον·