Ancient Greek · ~2 min
Section 22
Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 22
Not analysed yet
οὐκ ἔχω λέγειν. καὶ μὴν τῶν ἄλλων τεχνῶν αἱ ἀρχαὶ φαῦλαί τινες καὶ εὐτελεῖς εἰσι, τῆς δὲ παρασιτικῆς ἀρχὴ πάνυ γενναία τις· τὸ γὰρ θρυλούμενον τοῦτο τῆς φιλίας ὄνομα οὐκ ἂν ἄλλο τι εὕροις ἢ ἀρχὴν παρασιτικῆς. πῶς λέγεις; ὅτι οὐδεὶς ἐχθρὸν ἢ ἀγνῶτα ἄνθρωπον ἀλλʼ οὐδὲ συνήθη μετρίως ἐπὶ δεῖπνον καλεῖ, ἀλλὰ δεῖ πρότερον οἶμαι τοῦτον γενέσθαι φίλον, ἵνα κοινωνήσῃ σπονδῶν καὶ τραπέζης καὶ τῶν τῆς τέχνης ταύτης μυστηρίων. ἐγὼ γοῦν πολλάκις ἤκουσά τινων λεγόντων, ποταπὸς δὲ οὗτος φίλος ὅστις οὔτε βέβρωκεν οὔτε πέπωκεν μεθʼ ἡμῶν, δῆλον ὅτι τὸν συμπίνοντα καὶ συνεσθίοντα μόνον πιστὸν φίλον ἡγουμένων.