Ancient Greek · ~2 min
Section 28
Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 28
Not analysed yet
καὶ μὴν καὶ τὰς μὲν ἄλλας τέχνας, εἰ καί τι κατὰ ταύτας ἀσύμφωνον εἴη, κἂν παρέλθοι τις συγγνώμης ἀξιώσας, ἐπεὶ μέσαι τε δοκοῦσι καὶ αἱ καταλήψεις αὐτῶν οὐκ εἰσὶν ἀμετάπτωτοι. φιλοσοφίαν δὲ τίς ἂν καὶ ἀνάσχοιτο μὴ μίαν εἶναι καὶ μηδὲ σύμφωνον αὐτὴν ἑαυτῇ μᾶλλον τῶν ὀργάνων; μία μὲν οὖν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν· πολλαὶ δὲ οὐ δύνανται εἶναι, ἐπειδήπερ ἡ σοφία μία.