Ancient Greek · ~3 min
Section 3
Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 3
Not analysed yet
ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν. τίνα μήν; εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ ἰατρική, παρασιτική. ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος. οὐθέν, εἰ καὶ σμικρὰ λέγοις, ἀληθῆ δέ, διοίσει. ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν αὐτῆς. τί ποτʼ οὖν ἐστιν ἡ τέχνη; πάντως ἐπίστασαι. πάνυ μὲν οὖν. μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.