Ancient Greek
Section 32
Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 32
Not analysed yet
ἐγώ σοι καταλέξω αὐτοὺς ὄντας οὐχὶ τοὺς φαύλους, ἀλλʼ ὡς ἐγὼ δοκῶ, τοὺς ἀρίστους καὶ οὓς ἥκιστα σὺ οἴει. Αἰσχίνης μέντοι ὁ Σωκρατικός, οὗτος ὁ τοὺς μακροὺς καὶ ἀστείους διαλόγους γράψας, ἧκέν ποτε εἰς Σικελίαν κομίζων αὐτούς, εἴ πως δύναιτο διʼ αὐτῶν γνωσθῆναι Διονυσίῳ τῷ τυράννῳ, καὶ τὸν Μιλτιάδην ἀναγνοὺς καὶ δόξας εὐδοκιμηκέναι λοιπὸν ἐκάθητο ἐν Σικελίᾳ παρασιτῶν Διονυσίῳ καὶ ταῖς Σωκράτους διατριβαῖς ἐρρῶσθαι φράσας.