Ancient Greek · ~2 min
Section 41
Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 41
Not analysed yet
ἄθρει δὲ πάλιν μεταβὰς τὸν παράσιτον ὁποῖός τις φαίνεται. ἆρʼ οὐχ ὁ μὲν τὸ σῶμα πρῶτον πολὺς καὶ τὸ χρῶμα ἡδύς, οὐ μέλας δὲ οὐδὲ λευκός —τὸ μὲν γὰρ γυναικί, τὸ δὲ δούλῳ προσέοικεν —ἔπειτα θυμοειδής, δεινὸν βλέπων ὁποῖον ἡμεῖς, μέγα καὶ ὕφαιμον; οὐ γὰρ καλὸν δεδοικότα καὶ θῆλυν ὀφθαλμὸν εἰς πόλεμον φέρειν. ἆρʼ οὐχ ὁ τοιοῦτος καλὸς μὲν γένοιτʼ ἂν καὶ ζῶν ὁπλίτης, καλὸς δὲ καὶ εἰ ἀποθάνοι νεκρός;