Ancient Greek · ~2 min
Section 6
Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 6
Not analysed yet
ὅτι γε μὴν οὐκ ἐκ καταλήψεως μόνον, ἀλλὰ συγγεγυμνασμένης ἐστὶν ἡ παρασιτική, μάθοις ἂν ἐνθένδε ῥᾳδίως· αἱ μὲν γὰρ τῶν ἄλλων τεχνῶν καταλήψεις καὶ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς πολλάκις ἀσυγγύμναστοι μένουσιν, καὶ ὅμως οὐκ ἀπόλλυνται παρὰ τοῖς κεκτημένοις αἱ τέχναι, ἡ δὲ τοῦ παρασίτου κατάληψις εἰ μὴ καθʼ ἡμέραν εἴη ἐν γυμνασίᾳ, ἀπόλλυσιν οὐ μόνον, οἶμαι, τὴν τέχνην, ἀλλὰ καὶ αὐτὸν τὸν τεχνίτην.