Ancient Greek · ~2 min
Section 60
Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 60
Not analysed yet
πάντα μοι δοκεῖς, ὦ Σίμων, διεξελθεῖν ὑστερήσας οὐδὲν τῆς σεαυτοῦ τέχνης, οὐχ ὥσπερ αὐτὸς ἔφασκες, ἀμελέτητος ὤν, ἀλλʼ ὥσπερ ἄν τις ὑπὸ τῶν μεγίστων γεγυμνασμένος. λοιπόν, εἰ μὴ αἴσχιον αὐτὸ τὸ ὄνομά ἐστι τῆς παρασιτικῆς, θέλω μαθεῖν. ὅρα δὴ τὴν ἀπόκρισιν, ἐάν σοι ἱκανῶς λέγεσθαι δοκῇ, καὶ πειρῶ πάλιν αὐτὸς ἀποκρίνασθαι πρὸς τὸ ἐρωτώμενον ᾗ ἄριστα οἴει. φέρε γάρ, τὸν σῖτον οἱ παλαιοὶ τί καλοῦσι; τροφήν. τί δὲ τὸ σιτεῖσθαι, οὐχὶ τὸ ἐσθίειν; ναί. οὐκοῦν καθωμολόγηται τὸ παρασιτεῖν ὅτι οὐκ ἄλλο ἐστίν; τοῦτο γάρ, ὦ Σίμων, ἐστὶν ὃ αἰσχρὸν φαίνεται.