Ancient Greek · ~1 min
Section 24
Lucian, Περὶ Ὀρχήσεως 24
Not analysed yet
ὁ δὲ Ἡσίοδος, οὐ παρʼ ἄλλου ἀκούσας ἀλλʼ ἰδὼν αὐτὸς ἕωθεν εὐθὺς ὀρχουμένας τὰς Μούσας, ἐν ἀρχῇ τῶν ἐπῶν τοῦτο περὶ αὐτῶν τὸ μέγιστον ἐγκώμιον διηγεῖται, ὅτι περὶ κρήνην ἰοειδέα πόσς’ ἁπαλοῖσιν ὀρχεῦνται, τοῦ πατρὸς τὸν βωμὸν περιχορεύουσαι. ἀλλὰ σὺ μέν, ὦ γενναῖε, μονονουχὶ θεομαχῶν ὑβρίζεις εἰς τὴν ὀρχηστικήν·