Ancient Greek · ~2 min
Section 29
Lucian, Περὶ Ὀρχήσεως 29
Not analysed yet
ἡ κωμῳδία δὲ καὶ τῶν προσώπων αὐτῶν τὸ καταγέλαστον μέρος τοῦ τερπνοῦ αὑτῇ νενόμικεν, οἷα Δάων καὶ Τιβείων καὶ μαγείρων πρόσωπα. τὸ δὲ τοῦ ὀρχηστοῦ σχῆμα ὡς μὲν κόσμιον καὶ εὐπρεπὲς οὐκ ἐμὲ χρὴ λέγειν, δῆλα γὰρ τοῖς μὴ τυφλοῖς ταῦτα· τὸ δὲ πρόσωπον αὐτὸ ὡς κάλλιστον καὶ τῷ ὑποκειμένῳ δράματι ἐοικός, οὐ κεχηνὸς δὲ ὡς ἐκεῖνα ἀλλὰ συμμεμυκός· ἔχει γὰρ πολλοὺς τοὺς ὑπὲρ αὐτοῦ βοῶντας.