Ancient Greek · ~3 min
Section 3
Lucian, Περὶ Ὀρχήσεως 3
Not analysed yet
πολλῆς οὖν, ὦ γενναῖε, τῆς ἀπολογίας σοι δεήσει πρὸς τοὺς πεπαιδευμένους, εἰ βούλει μὴ παντάπασιν ἐκκεκρίσθαι καὶ τῆς τῶν σπουδαίων ἀγέλης ἐξεληλάσθαι. καίτοι τό γε ἄμεινον ἐκεῖνό ἐστιν, οἶμαι, ἀρνήσει τὸ πᾶν ἰάσασθαι καὶ μηδὲ τὴν ἀρχὴν ὁμολογεῖν τι τοιοῦτον παρανενομῆσθαί σοι. πρὸς δʼ οὖν τοὐπιὸν ὅρα ὅπως μὴ λάθῃς ἡμῖν ἐξ ἀνδρὸς τοῦ πάλαι Λυδή τις ἢ Βάκχη γενόμενος, ὅπερ οὐ σὸν ἂν ἔγκλημα εἴη μόνον, ἀλλὰ καὶ ἡμῶν, εἰ μή σε κατὰ τὸν Ὀδυσσέα τοῦ λωτοῦ ἀποσπάσαντες ἐπὶ τὰς συνήθεις διατριβὰς ἐπανάξομεν πρὶν λάθῃς τελέως ὑπὸ τῶν ἐν τῷ θεάτρῳ Σειρήνων κατεσχημένος. καίτοι ἐκεῖναι μὲν τοῖς ὠσὶν μόνοις ἐπεβούλευον καὶ διὰ τοῦτο κηροῦ ἐδέησεν πρὸς τὸν παράπλουν αὐτῶν· σὺ δὲ καὶ διʼ ὀφθαλμῶν ἔοικας ὅλος δεδουλῶσθαι.