Ancient Greek · ~1 min
Section 59
Lucian, Περὶ Ὀρχήσεως 59
Not analysed yet
τὰ γὰρ Αἰγυπτίων, μυστικώτερα ὄντα, εἴσεται μέν, συμβολικώτερον δὲ ἐπιδείξεται· τὸν Ἔπαφον λέγω καὶ τὸν Ὄσιριν καὶ τὰς τῶν θεῶν εἰς τὰ ζῷα μεταβολάς. πρὸ πάντων δὲ τὰ περὶ τοὺς ἔρωτας αὐτῶν καὶ αὐτοῦ τοῦ Διὸς καὶ εἰς ὅσα ἑαυτὸν μετεσκεύασεν εἴσεται,