Ancient Greek · ~4 min
Section 13
Lucian, Περὶ τῆς Συρίης Θεοῦ 13
Not analysed yet
τὸ δὲ ἀπὸ τούτου λέγεται λόγος ὑπὸ τῶν ἐν τῇ ἱρῆ πόλει μεγάλως ἄξιος θωυμάσαι, ὅτι ἐν τῇ σφετέρῃ χώρῃ χάσμα μέγα ἐγένετο καὶ τὸ σύμπαν ὕδωρ κατεδέξατο· Δευκαλίων δέ, ἐπεὶ τάδε ἐγένετο, βωμούς τε ἔθετο καὶ νηὸν ἐπὶ τῷ χάσματι Ἥρης ἅγιον ἐστήσατο. ἐγὼ δὲ καὶ τὸ χάσμα εἶδον, καὶ ἔστιν ὑπὸ τῷ νηῷ κάρτα μικρόν. εἰ μὲν ὦν πάλαι καὶ μέγα ἐὸν νῦν τοιόνδε ἐγένετο, οὐκ οἶδα· τὸ δὲ ἐγὼ εἶδον, μικρόν ἐστιν. σῆμα δὲ τῆς ἱστορίης τόδε πρήσσουσιν. δὶς ἑκάστου ἔτεος ἐκ θαλάσσης ὕδωρ ἐς τὸν νηὸν ἀπικνέεται. φέρουσι δὲ οὐκ ἱρέες μοῦνον, ἀλλὰ πᾶσα Συρίη καὶ Ἀραβίη, καὶ πέρηθεν τοῦ Εὐφρήτεω πολλοὶ ἄνθρωποι ἐς θάλασσαν ἔρχονται καὶ πάντες ὕδωρ φέρουσιν, τὸ πρῶτα μὲν ἐν τῷ νηῷ ἐκχέουσι, μετὰ δὲ ἐς τὸ χάσμα κατέρχεται, καὶ δέκεται τὸ χάσμα μικρὸν ἐὸν ὕδατος χρῆμα πολλόν. τὰ δὲ ποιέοντες Δευκαλίωνα ἐν τῷ ἱρῷ τόνδε νόμον θέσθαι λέγουσι συμφορῆς τε καὶ εὐεργεσίης μνῆμα ἔμμεναι. Ὁ μὲν ὦν ἀρχαῖος αὐτοῖσι λόγος ἀμφὶ τοῦ ἱροῦ τοιόσδε ἐστίν.