Ancient Greek · ~2 min
Section 46
Lucian, Περὶ τῆς Συρίης Θεοῦ 46
Not analysed yet
βάθος δὲ τῆς λίμνης πολλόν. ἐγὼ μὲν οὐκ ἐπειρήθην, λέγουσι δʼ ὦν καὶ διηκοσίων ὀργυιέων πλέον ἔμμεναι. κατὰ μέσον δὲ αὐτῆς βωμὸς λίθου ἀνέστηκεν. δοκέοις ἂν ἄφνω ἰδὼν πλώειν τέ μιν καὶ τῷ ὕδατι ἐποχέεσθαι, καὶ πολλοὶ ὧδε νομίζουσιν· ἐμοὶ δὲ δοκέει στῦλος ὑφεστεὼς μέγας ἀνέχειν τὸν βωμόν. ἔστεπται δὲ ἀεὶ καὶ θυώματα ἔχει, πολλοὶ δὲ καὶ ἑκάστης ἡμέρης κατʼ εὐχὴν ἐς αὐτὸν νηχόμενοι στεφανηφορέουσιν.