Ancient Greek · ~2 min
Section 51
Lucian, Περὶ τῆς Συρίης Θεοῦ 51
Not analysed yet
ἐν ταύτῃσι τῇσι ἡμέρῃσι καὶ Γάλλοι γίγνονται. ἐπεὰν γὰρ οἱ ἄλλοι αὐλέωσί τε καὶ ὄργια ποιέωνται, ἐς πολλοὺς ἤδη ἡ μανίη ἀπικνέεται, καὶ πολλοὶ ἐς θέην ἀπικόμενοι μετὰ δὲ τοιάδε ἔπρηξαν. καταλέξω δὲ καὶ τὰ ποιέουσιν. ὁ νεηνίης ὅτῳ τάδε ἀποκέαται ῥίψας τὰ εἵματα μεγάλῃ βοῇ ἐς μέσον ἔρχεται καὶ ξίφος ἀναιρέεται· τὸ δὲ πολλὰ ἔτη, ἐμοὶ δοκέει, καὶ τοῦτο ἕστηκε. λαβὼν δὲ αὐτίκα τάμνει ἑωυτὸν θέει τε διὰ τῆς πόλιος καὶ τῇσι χερσὶ φέρει τὰ ἔταμεν. ἐς ὁκοίην δὲ οἰκίην τάδε ἀπορρίψει, ἐκ ταύτης ἐσθῆτά τε θηλέην καὶ κόσμον τὸν γυναικήιον λαμβάνει. τάδε μὲν ἐν τῇσι τομῇσι ποιέουσιν.