Ancient Greek · ~3 min
Section 15
Lucian, Πρὸς τὸν ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμενον 15
Not analysed yet
λέγεται δὲ καὶ Διονύσιον τραγῳδίαν ποιεῖν φαύλως πάνυ καὶ γελοίως, ὥστε τὸν Φιλόξενον πολλάκις διʼ αὐτὴν εἰς τὰς λατομίας ἐμπεσεῖν οὐ δυνάμενον κατέχειν τὸν γέλωτα. οὗτος τοίνυν πυθόμενος ὡς ἐγγελᾶται, τὸ Αἰσχύλου πυξίον εἰς ὃ ἐκεῖνος ἔγραφε σὺν πολλῇ σπουδῇ κτησάμενος καὶ αὐτὸς ᾤετο ἔνθεος ἔσεσθαι καὶ κάτοχος ἐκ τοῦ πυξίου· ἀλλʼ ὅμως ἐν αὐτῷ ἐκείνῳ μακρῷ γελοιότερα ἔγραφεν, οἷον κἀκεῖνο τό· Δωρὶς τέθνηκεν ἡ Διονυσίου γυνή. καὶ πάλιν· οἴμοι, γυναῖκα χρησίμην ἀπώλεσα. καὶ τοῦτο γὰρ ἐκ τοῦ πυξίου, καὶ τό· · αὑτοῖς γὰρ ἐμπαίζουσιν οἱ μωροὶ βροτῶν. Τοῦτο μέν γε πρὸς σὲ μάλιστα εὐστόχως ἂν εἰρημένον εἴη τῷ Διονυσίῳ, καὶ διʼ αὐτὸ χρυσῶσαι αὐτοῦ ἔδει ἐκεῖνο τὸ πυξίον.