Ancient Greek
Section 10
Lucian, Θεῶν Κρίσις 10
Not analysed yet
καλῶς, ὦ Πάρι· καὶ πρώτη γε ἀποδύσομαι, ὅπως μάθῃς ὅτι μὴ μόνας ἔχω τὰς ὠλένας λευκὰς μηδὲ τῷ βοῶπις εἶναι μέγα φρονῶ, ἐπʼ ἴσης δέ εἰμι πᾶσα καὶ ὁμοίως καλή. μὴ πρότερον ἀποδύσῃς αὐτήν, ὦ Πάρι, πρὶν ἂν τὸν κεστὸν ἀπόθηται —φαρμακὶς γάρ ἐστιν —μή σε καταγοητεύσῃ διʼ αὐτοῦ. καίτοι γε ἐχρῆν μηδὲ οὕτω κεκαλλωπισμένην παρεῖναι μηδὲ τοσαῦτα ἐντετριμμένην χρώματα καθάπερ ὡς ἀληθῶς ἑταίραν τινά, ἀλλὰ γυμνὸν τὸ κάλλος ἐπιδεικνύειν. Εὖ λέγουσι τὸ περὶ τοῦ κεστοῦ, καὶ ἀπόθου. τί οὖν οὐχὶ καὶ σύ, ὦ Ἀθηνᾶ, τὴν κόρυν ἀφελοῦσα ψιλὴν τὴν κεφαλὴν ἐπιδεικνύεις, ἀλλʼ ἐπισείεις τὸν λόφον καὶ τὸν δικαστὴν φοβεῖς; ἢ δέδιας μή σοι ἐλέγχηται τὸ γλαυκὸν τῶν ὀμμάτων ἄνευ τοῦ φοβεροῦ βλεπόμενον; ἰδού σοι ἡ κόρυς αὕτη ἀφῄρηται. ἰδοὺ καί σοι ὁ κεστός. ἀλλὰ ἀποδυσώμεθα.