Ancient Greek
Section 3
Lucian, Θεῶν Κρίσις 3
Not analysed yet
προΐωμεν εὐθὺ τῆς Φρυγίας, ἐγὼ μὲν ἡγούμενος, ὑμεῖς δὲ μὴ βραδέως ἀκολουθεῖτέ μοι καὶ θαρρεῖτε. οἶδα ἐγὼ τὸν Πάριν. νεανίας ἐστὶ καλὸς καὶ τἄλλα ἐρωτικὸς καὶ τὰ τοιαῦτα κρίνειν ἱκανώτατος. οὐκ ἂν ἐκεῖνος δικάσειεν κακῶς. τοῦτο μὲν ἅπαν ἀγαθὸν καὶ πρὸς ἐμοῦ λέγεις, τὸ δίκαιον ἡμῖν εἶναι τὸν δικαστήν· πότερα δὲ ἄγαμός ἐστιν οὗτος ἢ καὶ γυνή τις αὐτῷ σύνεστιν; οὐ παντελῶς ἄγαμος, ὦ Ἀφροδίτη. πῶς λέγεις; δοκεῖ τις αὐτῷ συνοικεῖν Ἰδαία γυνή, ἱκανὴ μέν, ἀγροῖκος δὲ καὶ δεινῶς ὄρειος, ἀλλʼ οὐ σφόδρα προσέχειν αὐτῇ ἔοικε. τίνος δʼ οὖν ἕνεκα ταῦτα ἐρωτᾷς; ἄλλως ἠρόμην.