Ancient Greek · ~1 min
Section 16
Lucian, Δημώνακτος Βίος 16
Not analysed yet
ἐπεὶ δέ τις ἀθλητὴς καταγελασθεὶς ὑπʼ αὐτοῦ, ὅτι ἐσθῆτα ὤφθη ἀνθινὴν ἀμπεχόμενος Ὀλυμπιονίκης ὤν, ἐπάταξεν αὐτὸν εἰς τὴν κεφαλὴν λίθῳ καὶ αἷμα ἐρρύη, οἱ μὲν παρόντες ἠγανάκτουν ὡς αὐτὸς ἕκαστος τετυπτημένος καὶ ἐβόων πρὸς τὸν ἀνθύπατον ἰέναι, ὁ δὲ Δημῶναξ, Μηδαμῶς, ἔφη, ὦ ἄνδρες, πρὸς τὸν ἀνθύπατον, ἀλλʼ ἐπὶ τὸν ἰατρόν.