Ancient Greek · ~1 min
Section 44
Lucian, Δημώνακτος Βίος 44
Not analysed yet
Ἀδμήτῳ δέ τινι ποιητῇ φαύλῳ λέγοντι γεγραφέναι μονόστιχον ἐπίγραμμα, ὅπερ ἐν ταῖς διαθήκαις κεκέλευκεν ἐπιγραφῆναι αὑτοῦ τῇ στήλῃ —οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν, Γαῖα λάβʼ Ἀδμήτου ἔλυτρον, βῆ δʼ εἰς θεὸν αὐτός —γελάσας εἶπεν, Οὕτω καλόν ἐστιν, ὦ Ἄδμητε, τὸ ἐπίγραμμα, ὥστε ἐβουλόμην αὐτὸ ἤδη ἐπιγεγράφθαι.