Ancient Greek · ~1 min
Section 54
Lucian, Δημώνακτος Βίος 54
Not analysed yet
καὶ μὴν καὶ Ῥουφῖνον τὸν Κύπριον —λέγω δὴ τὸν χωλὸν τὸν ἐκ τοῦ περιπάτου —ἰδὼν ἐπὶ πολὺ τοῖς περιπάτοις ἐνδιατρίβοντα, Οὐδέν ἐστιν, ἔφη, ἀναισχυντότερον χωλοῦ Περιπατητικοῦ.