Ancient Greek · ~1 min
Section 59
Lucian, Δημώνακτος Βίος 59
Not analysed yet
ἤκουσα δὲ αὐτοῦ ποτε καὶ πρὸς τὸν τὸν τῶν νόμων ἔμπειρον ταῦτα λέγοντος, ὅτι κινδυνεύουσιν ἄχρηστοι εἶναι οἱ νόμοι, ἄν τε πονηροῖς ἄν τε ἀγαθοῖς γράφωνται· οἱ μὲν γὰρ οὐ δέονται νόμων, οἱ δὲ ὑπὸ νόμων οὐδὲν βελτίους γίγνονται.