Ancient Greek
Section 11
Lucian, Θεῶν Ἐκκλησία 11
Not analysed yet
αἰσχρὰ ὡς ἀληθῶς ταῦτα φὴς τὰ περὶ τῶν Αἰγυπτίων· ὅμως δʼ οὖν, ὦ Μῶμε, τὰ πολλὰ αὐτῶν αἰνίγματά ἐστιν, καὶ οὐ πάνυ χρὴ καταγελᾶν ἀμύητον ὄντα. πάνυ γοῦν μυστηρίων, ὦ Ζεῦ, δεῖ ἡμῖν, ὡς εἰδέναι θεοὺς μὲν τοὺς θεούς, κυνοκεφάλους δὲ τοὺς κυνοκεφάλους. ἔα, φημί, τὰ περὶ Αἰγυπτίων· ἄλλοτε γὰρ περὶ τούτων ἐπισκεψόμεθα ἐπὶ σχολῆς. σὺ δὲ τοὺς ἄλλους λέγε.