Ancient Greek · ~3 min
ΠΟΣΕΙΔΩΝΟΣ ΚΑΙ ΕΡΜΟΥ
Lucian, Θεῶν Διάλογοι 1-11
Not analysed yet
Ἔστιν, ὦ Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί; Οὐδαμῶς, ὦ Πόσειδον. Ὅμως προσάγγειλον αὐτῷ. Μὴ ἐνόχλει, φημί· ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι. Μῶν τῇ Ἥρᾳ σύνεστιν; Οὔκ, ἀλλ’ ἑτεροῖόν τί ἐστιν. Συνίημι· ὁ Γανυμήδης ἔνδον. Οὐδὲ τοῦτο· ἀλλὰ μαλακῶς ἔχει αὐτός. Πόθεν, ὦ Ἑρμῆ; δεινὸν γὰρ τοῦτο φῄς. Αἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν. Ἀλλὰ οὐ χρὴ πρὸς ἐμὲ θεῖόν γε ὄντα. Τέτοκεν ἀρτίως, ὦ Πόσειδον. Ἄπαγε, τέτοκεν ἐκεῖνος; ἐκ τίνος; οὐκοῦν ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν; ἀλλὰ οὐδὲ ἐπεσήμανεν ἡ γαστὴρ αὐτῷ ὄγκον τινά. Εὖ λέγεις· οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον. Οἶδα· ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν· τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει. Οὔκ, ἀλλὰ ἐν τῷ μηρῷ ἐκύει τὸ τῆς Σεμέλης βρέφος. Εὖ γε ὁ γενναῖος, ὡς ὅλος ἡμῖν κυοφορεῖ καὶ πανταχόθι τοῦ σώματος. ἀλλὰ τίς ἡ Σεμέλη ἐστί;