Ancient Greek · ~2 min
ΕΡΜΟΥ ΚΑΙ ΑΠΟΛΛΩΝΟΣ
Lucian, Θεῶν Διάλογοι 1-15
Not analysed yet
Τί κατηφὴς εἶ, ὦ Ἄπολλον; Ὅτι, ὦ Ἑρμῆ, δυστυχῶ ἐν τοῖς ἐρωτικοῖς. Ἄξιον μὲν λύπης τὸ τοιοῦτο· σὺ δὲ τί δυστυχεῖς; ἢ τὸ κατὰ τὴν Δάφνην σε λυπεῖ ἔτι; Οὐδαμῶς· ἀλλὰ ἐρώμενον πενθῶ τὸν Λάκωνα τὸν Οἰβάλου. Τέθνηκε γάρ, εἰπέ μοι, ὁ Ὑάκινθος; Καὶ μάλα. Πρὸς τίνος, ὦ Ἄπολλον; ἢ τίς οὕτως ἀνέραστος ἦν ὡς ἀποκτεῖναι τὸ καλὸν ἐκεῖνο μειράκιον; Αὐτοῦ ἐμοῦ τὸ ἔργον. Οὐκοῦν ἐμάνης, ὦ Ἄπολλον; Οὔκ, ἀλλὰ δυστύχημά τι ἀκούσιον ἐγένετο. Πῶς; ἐθέλω γὰρ ἀκοῦσαι τὸν τρόπον.