Ancient Greek · ~3 min
ΠΑΝΟΣ ΚΑΙ ΕΡΜΟΥ
Lucian, Θεῶν Διάλογοι 1-2
Not analysed yet
Χαῖρε, ὦ πάτερ Ἑρμῆ. Μὴ καὶ σύ γε. ἀλλὰ πῶς ἐγὼ σὸς πατήρ; Οὐχ ὁ Κυλλήνιος Ἑρμῆς ὢν τυγχάνεις; Καὶ μάλα. πῶς οὖν υἱὸς ἐμὸς εἶ; Μοιχίδιός εἰμι, ἐξ ἔρωτός σοι γενόμενος. Νὴ Δία, τράγου ἴσως τινὸς μοιχεύσαντος αἶγα· ἐμοὶ γὰρ πῶς, κέρατα ἔχων καὶ ῥῖνα τοιαύτην καὶ πώγωνα λάσιον καὶ σκέλη διχαλὰ καὶ τραγικὰ καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς; Ὅσα ἂν ἀποσκώψῃς με, τὸν σεαυτοῦ υἱόν, ὦ πάτερ, ἐπονείδιστον ἀποφαίνεις, μᾶλλον δὲ σεαυτόν, ὃς τοιαῦτα γεννᾷς καὶ παιδοποιεῖς, ἐγὼ δὲ ἀναίτιος. Τίνα καὶ φῄς σου μητέρα; ἤ που ἔλαθον αἶγα μοιχεύσας ἔγωγε; Οὐκ αἶγα ἐμοίχευσας, ἀλλ’ ἀνάμνησον σεαυτόν, εἴ ποτε ἐν Ἀρκαδίᾳ παῖδα ἐλευθέραν ἐβιάσω. τί δακὼν τὸν δάκτυλον ζητεῖς καὶ ἐπὶ πολὺ ἀπορεῖς; τὴν Ἰκαρίου λέγω Πηνελόπην. Εἶτα τί παθοῦσα ἐκείνη ἀντ' ἐμοῦ τράγῳ σε ὅμοιον ἔτεκεν;