Ancient Greek · ~2 min
ΔΙΟΣ ΚΑΙ ΕΡΜΟΥ
Lucian, Θεῶν Διάλογοι 1-6
Not analysed yet
Τὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα, ὦ Ἑρμῆ; Ναί· τὴν Ἰὼ λέγεις; Οὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις. Τεράστιον τοῦτο· τῷ τρόπῳ δ’ ἐνηλλάγη; Ζηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν. ἀλλὰ καὶ καινὸν ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι· βουκόλον τινὰ πολυόμματον Ἄργον τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἄϋπνος ὤν. Τί οὖν ἡμᾶς χρὴ ποιεῖν; Καταπτάμενος ἐς τὴν Νεμέαν—ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ—ἐκεῖνον ἀπόκτεινον, τὴν δὲ Ἰὼ διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀγαγὼν Ἶσιν ποίησον· καὶ τὸ λοιπὸν ἔστω θεὸς τῶν ἐκεῖ καὶ τὸν Νεῖλον ἀναγέτω καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω καὶ σῳζέτω τοὺς πλέοντας.