Ancient Greek
ΗΦΑΙΣΤΟΥ ΚΑΙ ΑΠΟΛΛΩΝΟΣ
Lucian, Θεῶν Διάλογοι 2-9
Not analysed yet
Τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις; Εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον. Καὶ μὴν προσῆλθεν ἤδη. Τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν; Πάντα, ὦ Ἄπολλον. Ὅμως ἐπίσκεψαι ἀκριβῶς. Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ. Ἀλλ' ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους. Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκμελετήσας τὴν κλεπτικήν;