Ancient Greek · ~2 min
ΜΕΝΕΛΑΟΥ ΚΑΙ ΠΡΩΤΕΩΣ
Lucian, Ἐνάλιοι Διάλογοι 1-4
Not analysed yet
Ἀλλὰ ὕδωρ μέν σε γενέσθαι, ὦ Πρωτεῦ, οὐκ ἀπίθανον, ἐνάλιόν γε ὄντα, καὶ δένδρον, ἔτι φορητόν, καὶ εἰς λέοντα δὲ εἰ ἀλλαγείης, ὅμως οὐδὲ τοῦτο ἔξω πίστεως· εἰ δὲ καὶ πῦρ γίγνεσθαι δυνατὸν ἐν τῇ θαλάσσῃ οἰκοῦντά σε, τοῦτο πάνυ θαυμάζω καὶ ἀπιστῶ. Μὴ θαυμάσῃς, ὦ Μενέλαε· γίγνομαι γάρ. Εἶδον καὶ αὐτός· ἀλλά μοι δοκεῖς—εἰρήσεται γὰρ πρὸς σέ—γοητείαν τινὰ προσάγειν τῷ πράγματι καὶ τοὺς ὀφθαλμοὺς ἐξαπατᾶν τῶν ὁρώντων αὐτὸς οὐδὲν τοιοῦτο γιγνόμενος.