Ancient Greek
ΤΡΙΤΩΝΟΣ ΚΑΙ ΠΟΣΕΙΔΩΝΟΣ
Lucian, Ἐνάλιοι Διάλογοι 2-8
Not analysed yet
Μόνη δὲ παραγίνεται μακρὰν οὕτω τὴν ὁδὸν ἐξ Ἄργους εἰς Λέρναν; Μόνη· πολυδίψιον δὲ τὸ Ἄργος, ὡς οἶσθα· ὥστε ἀνάγκη ἀεὶ ὑδροφορεῖν. Ὦ Τρίτων, οὐ μετρίως με διετάραξας περὶ τῆς παιδὸς εἰπών· ὥστε ἴωμεν ἐπ' αὐτήν. Ἴωμεν· ἤδη γὰρ καιρὸς τῆς ὑδροφορίας· καὶ σχεδόν που κατὰ μέσην τὴν ὁδόν ἐστιν ἰοῦσα ἐς τὴν Λέρναν. Οὐκοῦν ζεῦξον τὸ ἅρμα· ἢ τοῦτο μὲν πολλὴν ἔχει τὴν διατριβὴν ὑπάγειν τοὺς ἵππους τῇ ζεύγλῃ καὶ τὸ ἅρμα ἐπισκευάζειν, σὺ δὲ ἀλλὰ δελφῖνά μοί τινα τῶν ὠκέων παράστησον· ἀφιππάσομαι γὰρ ἐπ' αὐτοῦ τάχιστα. Ἰδού σοι οὑτοσὶ δελφίνων ὁ ὠκύτατος. Εὖ γε· ἀπελαύνωμεν· σὺ δὲ παρανήχου, ὦ Τρίτων. κἀπειδὴ πάρεσμεν εἰς τὴν Λέρναν, ἐγὼ μὲν λοχήσω ἐνταῦθά που, σὺ δὲ ἀποσκόπει· ὁπόταν αἴσθῃ προσιοῦσαν αὐτὴν— Αὕτη σοι πλησίον.