Ancient Greek · ~2 min
Δωρίων και Μυρτάλη.
Lucian, Ἑταιρικοὶ Διάλογοι 1-14
Not analysed yet
νῦν με ἀποκλείεις, ὦ Μυρτάλη, νῶν, ὅτε πένης ἐγενόμην διὰ σέ, ὅτε δέ σοι τὰ τοσαῦτα ἐκόμιζον, ἐρώμενος, ἀνήρ, δεσπότης, πάντʼ ἦν ἐγώ. ἐπεὶ δʼ ἐγὼ μὲν αὖος ἤδη ἀκριβῶς, σὺ δὲ τὸν Βιθυνὸν ἔμπορον εὕρηκας ἐραστήν, ἀποκλείομαι μὲν ἐγὼ καὶ πρὸ τῶν θυρῶν ἕστηκα δακρύων, ὁ δὲ τῶν νυκτῶν φιλεῖται καὶ μόνος ἔνδον ἐστὶ καὶ παννυχίζεται, καὶ κυεῖν φὴς ἀπʼ αὐτοῦ. ταῦτά με ἀποπνίγει, Δωρίων, καὶ μάλιστα ὁπόταν λέγῃς ὡς πολλὰ ἔδωκας καὶ πένης γεγένησαι δι’ ἐμέ. λόγισαι γοῦν ἅπαντα ἐξ ἀρχῆς ὁπόσα μοι ἐκόμισας.