Ancient Greek · ~4 min
Κρωβύλη καὶ Κόρινανα.
Lucian, Ἑταιρικοὶ Διάλογοι 1-6
Not analysed yet
ὦ Κόριννα, ὡς μὲν οὐ πάνυ δεινὸν ἦν, ὅ ἐνόμιζες, τὸ γυναῖκα γενέσθαι ἐκ παρθένου, μεμάθηκας ἤδη, μετὰ μειρακίου μὲν ὡραίου γενομένη, μυᾶν δὲ τὸ πρῶτον μίσθωμα κομισαμένη, ἐξ ἧς ὅρμον αὐτίκα ὠνήσομαί σοι. ναί, Μαννάριον. ἐχέτω δὲ καὶ ψήφους τινὰς πυραυγεῖς οἷος ὁ Φιλαινίδος ἐστίν. ἔσται τοιοῦτος. ἄκουε δὲ καὶ τἆλλα παρʼ ἐμοῦ ἅ σε χρὴ ποιεῖν καὶ ὅπως προσφέρεσθαι τοῖς ἀνδράσιν· ἄλλη μὲν γὰρ ἡμῖν ἀποστροφὴ τοῦ βίου οὐκ ἔστιν, ὦ θύγατερ, ἀλλὰ δύο ἔτη ταῦτα ἐξ οὗ τέθνηκεν ὁ μακαρίτης σου πατήρ, οὐκ οἶσθα ὅπως ἀπεζήσαμεν; ὅτε δὲ ἐκεῖνος ἔζη, πάντα ἦν ἡμῖν ἱκανά· ἐχάλκευε γὰρ καὶ μέγα ἦν ὄνομα αὐτοῦ ἐν Πειραιεῖ, καὶ πάντων ἐστὶν ἀκοῦσαι διομνυμένων ἦ μὴν μετὰ Φιλῖνον μηκέτι ἔσεσθαι ἄλλον χαλκέα. μετὰ δὲ τὴν τελευτὴν τὸ μὲν πρῶτον ἀποδομένη τὰς πυράγρας καὶ τὸν ἄκμονα καὶ σφῦραν δύο μνῶν, ἀπὸ τούτων διετράφημεν· εἶτα νῦν μὲν ὑφαίνουσα, νῦν δὲ κρόκην κατάγουσα ἢ στήμονα κλώθουσα ἐποριζόμην τὰ σιτία μόλις· ἔβοσκον δὲ σέ, ὦ θύγατερ, τὴν ἐλπίδα περιμένουσα.