Ancient Greek
Ἀμπελὶς καὶ Χρυσίς.
Lucian, Ἑταιρικοὶ Διάλογοι 1-8
Not analysed yet
ὅστις δέ, ὦ Χρυσί, μήτε ζηλοτυπεῖ μήτε ὀργίζεται μήτε ἐρράπισέ ποτε ἢ περιέκειρεν ἢ τὰ ἱμάτια περιέσχισεν, ἔτι ἐραστὴς ἐκεῖνός ἐστιν; οὐκοῦν ταῦτα μόνα ἐρῶντος, ὦ Ἀμπελί, δείγματα; ναί, τοῦτʼ ἀνδρὸς θερμοῦ· ἐπεὶ τἆλλα, φιλήματα καὶ δάκρυα καὶ ὅρκοι καὶ τὸ πολλάκις ἥκειν ἀρχομένου ἔρωτος σημεῖον καὶ φυομένου ἔτι· τὸ δὲ πῦρ ὅλον ἐκ τῆς ζηλοτυπίας ἐστίν. ὥστε εἰ καὶ σέ, ὡς φής, ὁ Γοργίας ῥαπίζει καὶ ζηλοτυπεῖ, χρηστὰ ἔλπιζε καὶ εὔχου ἀεὶ τὰ αὐτὰ ποιεῖν. τὰ αὐτά; τί λέγεις; ἀεὶ ῥαπίζειν με; οὐχί, ἀλλʼ ἀνιᾶσθαι, εἰ μὴ πρὸς μόνον αὐτὸν βλέποις. ἐπεὶ εἰ μὴ ἐρᾷ γε, τί ἂν ἔτι ὀργίζοιτο, εἰ σύ τινα ἕτερον ἐραστὴν ἔχεις; ἀλλʼ οὐδὲ ἔχω ἔγωγε· ὁ δὲ μάτην ὑπέλαβε τὸν πλούσιόν μου ἐρᾶν, διότι ἄλλως ἐμνημόνευσά ποτε αὐτοῦ.