Ancient Greek
Λεόντιχος, Χηνίδας και Ὑμνίς.
Lucian, Ἑταιρικοὶ Διάλογοι 2-13
Not analysed yet
ὅτε γάρ, ὦ Λεόντιχε, περὶ Παφλαγονίαν ἐμονομάχησας τῷ σατράπῃ, οὐ μεγάλα ἐπεδείξω καὶ τότε; καλῶς ὑπέμνησας οὐκ ἀγεννοῦς οὐδʼ ἐκείνης τῆς πράξεως· ὁ γὰρ σατράπης μέγιστος ὤν, ὁπλομάχων ἄριστος δοκῶν εἶναι, καταφρονήσας τοῦ Ἑλληνικοῦ, προπηδήσας ἐς τὸ μέσον προὐκαλεῖτο εἴ τις ἐθέλοι αὐτῷ μονομαχῆσαι. οἱ μὲν οὖν ἄλλοι κατεπεπλήγεσαν οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καὶ ὁ ἡγεμὼν αὐτὸς καίτοι οὐκ ἀγεννὴς ἄνθρωπος ὤν· Ἀρίσταιχμος γὰρ ἡμῶν ἡγεῖτο Αἰτωλὸς ἀκοντιστὴς ἄριστος, ἐγὼ δὲ ἐχιλιάρχουν ἔτι. τολμήσας δʼ ὅμως καὶ τοὺς ἑταίρους ἐπιλαμβανομένους ἀποσεισάμενος, ἐδεδοίκεσαν γὰρ ὑπὲρ ἐμοῦ ὁρῶντες ἀποστίλβοντα μὲν τὸν βάρβαρον ἐπιχρύσοις τοῖς ὅπλοις, μέγαν δὲ καὶ φοβερὸν ὄντα τὸν λόφον καὶ κραδαίνοντα τὴν λόγχην. . . κἀγὼ ἔδεισα τότε, ὦ Λεόντιχε, καὶ οἶσθα ὡς εἰχόμην σου δεόμενος μὴ προκινδυνεύειν· ἀβίωτα γὰρ εἶναί μοι σοῦ ἀποθανόντος.