Ancient Greek
μέλιττα καὶ Βάκχις.
Lucian, Ἑταιρικοὶ Διάλογοι 2-4
Not analysed yet
δεινά, ὦ Μέλιττα, πέπονθας. ἀλλὰ τι καὶ ὑμᾶς διέστησεν; ἔοικε γὰρ οὐ μικρὸν τοῦτʼ εἶναι. τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω· πρῴην δὲ ἀνελθὼν ἐκ Πειραιῶς —κατεληλύθει γὰρ, οἶμαι, χρέος τι άπαιτήσων πέμψαντος τοῦ πατρός —οὔτε με προσέβλεψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦσαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν τῷ Κεραμεικῷ ἀνάγνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα. τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις; ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς. πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆσθαί με περιλαμβάνουσαν ἐπισιρέφουσαν φιλοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον; ὁ δʼ οὐδʼ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλʼ εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσειας, ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.