Ancient Greek
Κλωνάριον καὶ Λέαινα.
Lucian, Ἑταιρικοὶ Διάλογοι 2-5
Not analysed yet
οὐ μανθάνω ὅ τι καὶ λέγεις, εἰ μή τις ἑταιρίστρια τυγχάνει οὖσα· τοιαύτας γάρ ἐν Λέσβῳ λέγουσι γυναῖκας ἀρρενωπούς, ὑπʼ ἀνδρῶν μὲν οὐκ ἐθελούσας αὐτὸ πάσχειν, γυναιξὶ δὲ αὐτὰς πλησιαζούσας ὥσπερ ἄνδρας. τοιοῦτόν τι. οὐκοῦν, ὦ Λέαινα, τοῦτο αὐτὸ καὶ διήγησαι, ὅπως μὲν ἐπείρα τὸ πρῶτον, ὅπως δὲ καὶ σὺ συνεπείσθης καὶ τὰ μετὰ ταῦτα. πότον τινὰ συγκροτοῦσαι αὐτ1ή τε καὶ Δημώνασσα ἡ Κορινθία, πλουτοῦσα δὲ καὶ αὐτὴ καὶ ὁμότεχνος οὖσα τῇ Μεγίλλῃ, παρέλαβον κἀμὲ κιθαρίζειν αὐταῖς· ἐπεὶ δὲ ἐκιθάρισα καὶ ἀωρὶ ἦν καὶ ἔδει καθεύδειν, αἱ δὲ ἐμέθυον, Ἄγε δή, ἔφη, ὦ Λέαινα, ἡ Μέγιλλα, κοιμᾶσθαι γὰρ ἤδη καλόν, ἐνταῦθα κάθευδε μεθʼ ἡμῶν μέση ἀμφοτέρων. ἐκάθευδες; τὸ μετὰ τοῦτο τί ἐγένετο;