Ancient Greek
Μύρτιον καὶ Πάμφιλος και Δῶρις.
Lucian, Ἑταιρικοὶ Διάλογοι 3
Not analysed yet
οὔκουν γαμεῖς, ὦ Πάμφιλε; μέμηνας, ὦ Μύρτιον, ἢ κραιπαλᾷς; καίτοι χθὲς οὐ πάνυ ἐμεθύσθημεν. ἡ Δωρὶς αὕτη ἐλύπησέ με· πεμφθεῖσα γὰρ ὡς ἔρια ὠνήσαιτό μοι ἐπὶ τὴν γαστέρα καὶ εὔξαιτο τῇ Λοχείᾳ ὡς ὑπὲρ ἐμοῦ, Λεσβίαν ἔφη ἐντυχοῦσαν αὐτῇ . . . μᾶλλον δὲ σὺ αὐτή, ὦ Δωρί, λέγε ἅπερ ἀκήκοας, εἴ γε μὴ ἐπλάσω ταῦτα. ἀλλʼ ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην· ἐπεὶ γὰρ κατὰ τὸ πρυτανεῖον ἐγενόμην, ἐνέτυχέ μοι ἡ Λεσβία μειδιῶσα καὶ φησίν, Ὁ ἐραστὴς ὑμῶν ὁ Πάμφιλος γαμεῖ τὴν Φείδωνος θυγατέρα· εἰ δὲ ἀπιστοίην, ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα κατεστεφανωμένα καὶ αὐλητρίδας καὶ θόρυβον καὶ ὑμέναιον ᾅδοντάς τινας. τί οὖν; παρέκυψας, ὦ Δωρί; καὶ μάλα, καὶ εἶδον ἅπαντα ὡς ἔφη.