Ancient Greek · ~4 min
Ἰόεσσα καὶ Πυθίας και Λυσ́ιας.
Lucian, Ἑταιρικοὶ Διάλογοι 3-11
Not analysed yet
οὐχὶ ταύτης ἕνεκεν, ὦ Πυθιάς, ἐπανελήλυθα, ἣν οὐδʼ ἂν προσβλέψαιμι ἔτι τοιαύτην οὖσαν, ἀλλὰ διὰ σέ, ὡς μὴ καταγιγνώσκῃς ἐμοῦ καὶ λέγῃς, ἄτεγκτος ὁ Λυσίας ἐστίν. ἀμέλει καὶ ἔλεγον, ὦ Λυσία. φέρειν οὖν ἐθέλεις, ὦ Πυθιάς, Ἰόεσσαν ταύτην τὴν νῦν δακρύουσαν αὐτὸν ἐπιστάντα αὐτῇ ποτε μετὰ νεανίου καθευδούσῃ ἐμοῦ ἀποστάσῃ; Λυσία, τὸ μὲν ὅλον ἑταίρα ἐστί. πότε δʼ οὖν κατέλαβες αὐτοὺς συγκαθεύδοντας; ἕκτην σχεδὸν ταύτην ἡμέραν, νὴ Δίʼ, ἕκτην γε, δευτέρᾳ ἱσταμένου· τὸ τήμερον δὲ ἑβδόμη ἐστίν. ὁ πατὴρ εἰδὼς ὡς πάλαι ἐρῴην ταυτησὶ τῆς χρηστῆς, ἐνέκλεισέ με παραγγείλας τῷ θυρωρῷ μὴ ἀνοίγειν· ἐγὼ δέ, οὐ γὰρ ἔφερον μὴ οὐχὶ συνεῖναι αὐτῇ, τὸν Δρόμωνα ἐκέλευσα παρακύψαντα παρὰ τὸν θριγκὸν τῆς αὐλῆς, ᾗ ταπεινότατον ἦν, ἀναδέξασθαί με ἐπὶ τῶν νώτων· ῥᾷον γὰρ οὕτως ἀναβήσεσθαι ἔμελλον. τί ἂν μακρὰ λέγοιμι; ὑπερέβην, ἧκον, τὴν αὔλειον εὗρον ἀποκεκλεισμένην ἐπιμελῶς· μέσαι γὰρ νύκτες ἦσαν. οὐκ ἔκοψα δʼ οὖν, ἀλλʼ ἐπάρας ἠρέμα τὴν θύραν, ἤδη δὲ καὶ ἄλλοτʼ ἐπεποιήκειν αὐτό, παραγαγὼν τὸν στροφέα παρεισῆλθον ἀψοφητί. ἐκάθευδον δὲ πάντες, εἶτα ἐπαφώμενος τοῦ τοίχου ἐφίσταμαι τῇ κλίνῃ.