Ancient Greek · ~3 min
Μένιππος καὶ Τειρεσίας.
Lucian, Νεκρικοὶ Διάλογοι 1-28
Not analysed yet
ὦ Τειρεσία, εἰ μὲν καὶ τυφλὸς εἶ, οὐκέτι διαγνῶναι ῥᾴδιον· ἅπασι γὰρ ἡμῖν ὁμοίως τὰ ὄμματα κενά, μόνον δὲ αἱ χῶραι αὐτῶν· τὰ δʼ ἄλλα οὐκέτʼ ἂν εἰπεῖν ἔχοις, τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ Λυγκεύς. ὅτι μέντοι μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἀνὴρ καὶ γυνή, τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν τοιγαροῦν εἰπέ μοι, ὁποτέρου ἐπειράθης ἡδίονος τῶν βίων, ὁπότε ἀνὴρ ἦσθα, ἢ ὁ γυναικεῖος ἀμείνων ἦν; παρὰ πολύ, ὦ Μένιππε, ὁ γυναικεῖος· ἀπραγμονέστερος γὰρ. καὶ δεσπόζουσι τῶν ἀνδρῶν αι γυναῖκες, καὶ οὔτε πολεμεῖν ἀνάγκη αὐταῖς οὔτε παρʼ ἔπαλξιν ἑστάναι οὔτʼ ἐν ἐκκλησίᾳ διαφέρεσθαι οὔτʼ ἐν δικαστηρίοις ἐξετάζεσθαι.