Ancient Greek · ~3 min
Ἑρμῆς καὶ Χάρων.
Lucian, Νεκρικοὶ Διάλογοι 1-4
Not analysed yet
λογισώμεθα, ὦ πορθμεῦ, εἰ δοκεῖ, ὁπόσα μοι ὀφείλεις ἤδη, ὅπως μὴ αὖθις ἐρίζωμέν τι περὶ αὐτῶν. λογισώμεθα, ὦ Ἑρμῆ· ἄμεινον γὰρ ὡρίσθαι καὶ ἀπραγμονέστερον. ἄγκυραν ἐντειλαμένῳ ἐκόμισα πέντε δραχμῶν. πολλοῦ λέγεις. νὴ τὸν Ἀϊδωνέα, τῶν πέντε ὠνησάμην, καὶ τροπωτῆρα δύο ὀβολῶν. τίθει πέντε δραχμὰς καὶ ὀβολοὺς δύο. καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου· πέντε ὀβολοὺς ἐγὼ κατέβαλον. καὶ τούτους προστίθει. καὶ κηρὸν ὡς ἐπιπλάσαι τοῦ σκαφιδίου τὰ ἀνεῳγότα καὶ ἥλους δὲ καὶ καλώδιον, ἀφʼ οὗ τὴν ὑπέραν ἐποίησας, δύο δραχμῶν ἅπαντα. καὶ ἄξια ταῦτα ὠνήσω. ταῦτά ἐστιν, εἰ μή τι ἄλλο ἡμᾶς διέλαθεν ἐν τῷ λογισμῷ. πότε δʼ οὖν ταῦτα ἀποδώσειν φής; νῦν μέν, ὦ Ἑρμῆ, ἀδύνατον, ἢν δὲ λοιμός τις ἢ πόλεμος καταπέμψῃ ἀθρόους τινάς, ἐνέσται τότε ἀποκερδᾶναι παραλογιζόμενον τὰ πορθμεῖα.