Ancient Greek
Σιμύλος καὶ Πολύστρατος.
Lucian, Νεκρικοὶ Διάλογοι 1-9
Not analysed yet
ἥκεις ποτέ, ὦ Πολύστρατε, καὶ σὺ παρʼ ἡμᾶς ἔτη οἶμαι οὐ πολὺ ἀποδέοντα τῶν ἑκατὸν βεβιωκώς; ὀκτὼ ἐπὶ τοῖς ἐνενήκοντα, ὦ Σιμύλε. πῶς δαὶ τὰ μετʼ ἐμὲ ταῦτα ἐβίως τριάκοντα; ἐγὼ γὰρ ἀμφὶ τὰ ἑβδομήκοντά σου ὄντος ἀπέθανον. Ὑπερήδιστα, εἰ καί σοι παράδοξον τοῦτο δόξει. παράδοξον, εἰ γέρων τε καὶ ἀσθενὴς ἄτεκνός τε προσέτι ἥδεσθαι τοῖς ἐν τῷ βίῳ ἐδύνασο.